Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.366 Joseph. AJ 15.371 (English) >>Joseph. AJ 15.376

15.368τοὺς μὲν οὖν παντάπασιν ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δʼ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. 15.369οἱ μὲν οὖν πολλοὶ κατὰ θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα τρόπον ἐκποδὼν ἐποιεῖτο. 15.370συνέπειθεν δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν καὶ τῶν ἐκείνοις συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν· οἱ δʼ οὔτε συνεχώρησαν οὔθʼ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν Πολλίωνα τυχόντες. 15.371ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ οἱ παρʼ ἡμῖν Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτʼ ἔστιν διαίτῃ χρώμενον τῇ παρʼ Ἕλλησιν ὑπὸ Πυθαγόρου καταδεδειγμένῃ. 15.372περὶ τούτων μὲν οὖν ἐν ἄλλοις σαφέστερον διέξειμι. τοὺς δὲ Ἐσσηνοὺς ἀφʼ οἵας αἰτίας ἐτίμα μεῖζόν τι φρονῶν ἐπʼ αὐτοῖς κατὰ τὴν θνητὴν φύσιν, εἰπεῖν ἄξιον· οὐ γὰρ ἀπρεπὴς λόγος φανεῖται τῷ τῆς ἱστορίας γένει παραδηλῶν καὶ τὴν ὑπὲρ τούτων ὑπόληψιν. 15.373

Ἦν τις τῶν Ἐσσηνῶν Μανάημος ὄνομα καὶ τἆλλα κατὰ τὴν προαίρεσιν τοῦ βίου καλοκαγαθίαν μαρτυρούμενος καὶ πρόγνωσιν ἐκ θεοῦ τῶν μελλόντων ἔχων. οὗτος ἔτι παῖδα τὸν Ἡρώδην εἰς διδασκάλου φοιτῶντα κατιδὼν βασιλέα Ἰουδαίων προσηγόρευσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.366 Joseph. AJ 15.371 (English) >>Joseph. AJ 15.376

Powered by PhiloLogic